Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.381 Joseph. AJ 15.386 (English) >>Joseph. AJ 15.390

15.384τὰ μὲν οὖν κατὰ μέρος ἐξεργασθέντα περὶ τὴν χώραν καὶ πόλεις ὅσας ἐν αὐτῇ καὶ τοῖς ἐπικτήτοις ἐγείραντες κόσμῳ τῷ καλλίστῳ τὸ γένος ἡμῶν ηὐξήσαμεν, περίεργά μοι δοκεῖ λέγειν εἰδόσιν. τὸ δὲ τῆς ἐπιχειρήσεως, νῦν ἐπιχειρεῖν ἐπιβάλλομαι, παντὸς εὐσεβέστατον καὶ κάλλιστον ἐφʼ ἡμῶν γενέσθαι νῦν ἐκφανῶ· 15.385τὸν γὰρ ναὸν τοῦτον ᾠκοδόμησαν μὲν τῷ μεγίστῳ θεῷ πατέρες ἡμέτεροι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἐνδεῖ δʼ αὐτῷ πρὸς τὸ μέγεθος εἰς ὕψος ἑξήκοντα πήχεις· τοσοῦτον γὰρ ὑπερεῖχεν πρῶτος ἐκεῖνος, ὃν Σολομῶν ἀνῳκοδόμησεν. 15.386καὶ μηδεὶς ἀμέλειαν εὐσεβείας τῶν πατέρων καταγνώτω· γέγονεν γὰρ οὐ παρʼ ἐκείνους ἐλάττων ναός, ἀλλὰ ταῦτα καὶ Κῦρος καὶ Δαρεῖος Ὑστάσπου τὰ μέτρα τῆς δομήσεως ἔδοσαν, οἷς ἐκεῖνοι καὶ τοῖς ἀπογόνοις δουλεύσαντες καὶ μετʼ ἐκείνους Μακεδόσιν οὐκ ἔσχον εὐκαιρίαν τὸ πρῶτον τῆς εὐσεβείας ἀρχέτυπον εἰς ταὐτὸν ἀναγαγεῖν μέγεθος. 15.387ἐπειδὴ δὲ νῦν ἐγὼ μὲν ἄρχω θεοῦ βουλήσει, περίεστιν δὲ καὶ μῆκος εἰρήνης καὶ κτῆσις χρημάτων καὶ μέγεθος προσόδων, τὸ δὲ μέγιστον φίλοι καὶ διʼ εὐνοίας οἱ πάντων ὡς ἔπος εἰπεῖν κρατοῦντες Ῥωμαῖοι, πειράσομαι τὸ παρημελημένον ἀνάγκῃ καὶ δουλείᾳ τοῦ πρότερον χρόνου διορθούμενος τελείαν ἀποδοῦναι τῷ θεῷ τὴν ἀνθʼ ὧν ἔτυχον τῆσδε τῆς βασιλείας εὐσέβειαν.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.381 Joseph. AJ 15.386 (English) >>Joseph. AJ 15.390

Powered by PhiloLogic